Ὁ λόγος τοῦ Αὐτοκράτορος Κωνσταντίνου ΙΑ' Παλαιολόγου πρὸς τοὺς συμπολεμιστές του, τὴν παραμονὴ τῆς ἁλώσεως τῆς Κωνσταντινουπόλεως

Καλῶς οὖν οἴδατε, ἀδελφοί, ὅτι διὰ τέσσαρά τινα ὀφειλέται κοινῶς ἐσμὲν πάντες ἵνα προτιμήσωμεν ἀποθανεῖν μᾶλλον ἢ ζῆν, πρῶτον μὲν ὑπὲρ τῆς πίστεως ἡμῶν καὶ εὐσεβείας, δεύτερον δὲ ὑπὲρ τῆς πατρίδος, τρίτον δὲ ὑπὲρ τοῦ βασιλέως ὡς χριστοῦ κυρίου, καὶ τέταρτον ὑπὲρ συγγενῶν καὶ φίλων. Λοιπόν, ἀδελφοί, ἐὰν χρεῶσταί ἐσμεν ὑπὲρ ἑνὸς ἐκ τῶν τεσσάρων ἀγωνίζεσθαι ἕως θανάτου, πολλῷ μᾶλλον ὑπὲρ πάντων τούτων ἡμεῖς, ὡς βλέπετε προφανῶς, καὶ ἐκ πάντων μέλλομεν ζημιωθῆναι. Ἐὰν διὰ τὰ ἐμὰ πλημμελήματα παραχωρήσῃ ὁ θεὸς τὴν νίκην τοῖς ἀσεβέσιν, ὑπὲρ τῆς πίστεως ἡμῶν τῆς ἁγίας, ἢν Χριστὸς ἐν τῷ οἰκείῳ αἵματι ἡμῖν ἐδωρήσατο, κινδυνεύομεν· ὅ ἐστι κεφάλαιον πάντων. Καὶ ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τις καὶ τὴν ψυχὴν ζημιωθῇ, τί τὸ ὄφελος; Δεύτερον πατρίδα περίφημον τοιούτως ὑστερούμεθα καὶ τὴν ἐλευθερίαν ἡμῶν. Τρίτον βασιλείαν τὴν ποτὲ μὲν περιφανῆ, νῦν δὲ τεταπεινωμένην καὶ ὠνειδισμένην καὶ ἐξουθενωμένην ἀπωλέσαμεν, καὶ ὑπὸ τοῦ τυράννου καὶ ἀσεβοῦς ἄρχεται. Τέταρτον δὲ καὶ φιλτάτων τέκνων καὶ συμβίων καὶ συγγενῶν ὑστερούμεθα.
Αὐτὸς δὲ ὁ ἀλιτήριος ὁ ἀμηρᾶς πεντήκοντα καὶ ἑπτὰ ἡμέρας ἄγει σήμερον ἀφ᾿ οὗ ἡμᾶς ἐλθὼν ἀπέκλεισεν καὶ μετὰ πάσης μηχανῆς καὶ ἰσχύος καθ᾿ ἡμέραν τε καὶ νύκτα οὐκ ἐπαύσατο πολιορκῶν ἡμᾶς· καὶ χάριτι τοῦ παντεπόπτου Χριστοῦ κυρίου ἡμῶν ἐκ τῶν τειχῶν μετὰ αἰσχύνης ἄχρι τοῦ νῦν πολλάκις κακῶς ἀπεπέμφθη. Τὰ νῦν δὲ πάλιν, ἀδελφοί, μὴ δειλιάσητε, ἐὰν καὶ τεῖχος μερόθεν ὀλίγον ἐκ τῶν κρότων καὶ τῶν πτωμάτων τῶν ἑλεπόλεων ἔπεσε, διότι, ὡς ὑμεῖς θεωρεῖτε, κατὰ τὸ δυνατὸν ἐδιωρθώσαμεν πάλιν αὐτό. Ἡμεῖς πᾶσαν τὴν ἐλπίδα εἰς τὴν ἄμαχον δόξαν τοῦ θεοῦ ἀνεθέμεθα, οὗτοι ἐν ἄρμασι καὶ οὗτοι ἐν ἴπποις καὶ δυνάμει καὶ πλήθει, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν πεποίθαμεν, δεύτερον δὲ καὶ ἐν ταῖς ἡμετέραις χερσὶ καὶ ῥωμαλαιότητι, ἢν ἐδωρήσατο ἡμῖν ἡ θεία δύναμις.

Διό, ὦ συστρατιῶται, γίνεσθε ἕτοιμοι καὶ στερεοὶ καὶ μεγαλόψυχοι διὰ τοὺς οἰκτιρμοὺς τοῦ θεοῦ. Μιμηθῆτε τοὺς ποτε τῶν Καρχηδονίων ὀλίγους ἐλέφαντας, πῶς τοσούτον πλῆθος ἵππων Ρωμαίων τῇ φωνῇ καὶ θέᾳ ἐδίωξαν· καὶ ἐὰν ζῷον ἄλογον ἐδίωξε, πόσον μᾶλλον ἡμεῖς οἱ τῶν ζῴων καὶ ἀλόγων ὑπάρχοντες κύριοι, καὶ οἱ καθ᾿ ἡμῶν ἐρχόμενοι ἵνα παράταξιν μεθ᾿ ἡμῶν ποιήσωσιν, ὡς ζῷα ἄλογα, καὶ χείρονες εἰσιν. Αἱ πέλται ὑμῶν καὶ ῥομφαῖαι καὶ τὰ τόξα καὶ ἀκόντια πρὸς αὐτοὺς πεμπέτωσαν παρ᾿ ὑμῶν. Καὶ οὕτως λογίσθητε ὡς ἐπὶ ἀγρίων χοίρων καὶ πληθὺν κυνήγιον, ἵνα γνώσωσιν οἱ ἀσεβεῖς ὅτι οὐ μετὰ ἀλόγων ζῴων, ὡς αὐτοί, παράταξιν ἔχουσιν, ἀλλὰ μετὰ κυρίων καὶ αὐθέντων αὐτῶν καὶ ἀπογόνων Ἑλλήνων καὶ Ῥωμαίων.
Οἴδατε καλῶς ὅτι ὁ δυσσεβὴς αὐτὸς ὁ ἀμηρᾶς καὶ ἐχθρός της ἁγίας ἡμῶν πίστεως, χωρὶς εὐλόγου αἰτίας τινὸς τὴν ἀγάπην ἢν εἴχομεν ἔλυσεν, καὶ τοὺς ὅρκους αὐτοῦ τοὺς πολλοὺς ἠθέτησεν ἀντ᾿ οὐδενὸς λογιζόμενος, καὶ ἐλθὼν αἰφνιδίως φρούριον ἐποίησεν ἐπὶ τὸ στενόν του Ἀσωμάτου, ἵνα καθ᾿ ἑκάστην ἡμέραν δύνηται βλάπτειν ἡμᾶς. Τοὺς ἀγροὺς ἡμῶν καὶ κήπους καὶ παραδείσους καὶ οἴκους ἤδη πυριαλώτους ἐποίησε· τοὺς ἀδελφοὺς ἡμῶν τοὺς Χριστιανούς, ὅσους εὖρεν, ἐθανάτωσε καὶ ᾐχμαλώτευσε· τὴν φιλίαν ἡμῶν ἔλυσε. Τοὺς δὲ τοῦ Γαλατᾶ ἐφιλίωσε, καὶ αὐτοὶ χαίρονται, μὴ εἰδότες καὶ αὐτοὶ οἱ ταλαίπωροι τὸν τοῦ γεωργοῦ παιδὸς μῦθον, τοῦ ἐψήνοντος τοὺς κοχλίας καὶ εἰπόντος ὦ ἀνόητα ζῷα καὶ τὰ ἑξῆς.

Λοιπόν, ἀδελφοὶ καὶ συστρατιῶται, κατὰ νοῦν ἐνθυμήθητε ἵνα τὸ μνημόσυνον ὑμῶν καὶ ἡ μνήμη καὶ ἡ φήμη καὶ ἡ ἐλευθερία αἰωνίως γενήσηται.
Καὶ στραφεὶς πρὸς τοὺς Ἑνετοὺς ἐν τοῖς δεξιοῖς μέρεσιν ἱσταμένους ἔφη: «Ἑνετοὶ εὐγενεῖς, ἀδελφοὶ ἠγαπημένοι ἐν Χριστῷ τῷ θεῷ, ἄνδρες ἰσχυροὶ καὶ στρατιῶται δυνατοὶ καὶ ἐν πολέμοις δοκιμώτατοι, οἳ διὰ τῶν ἐστιλβωμένων ὑμῶν ῥομφαίων καὶ χάριτος πολλάκις πλῆθος τῶν Ἀγαρηνῶν ἐθανατώσατε, καὶ τὸ αἷμα αὐτῶν ποταμειδῶς ἐκ τῶν χειρῶν ὑμῶν ἔρρευσε, τῇ σήμερον παρακαλῶ ὑμᾶς ἵνα τὴν πόλιν ταύτην τὴν εὐρισκομένην ἐπὶ τοσαύτῃ συμφορᾷ τοῦ πολέμου ὁλοψύχως καὶ ἐκ μέσου ψυχῆς γένητε ὑπερασπισταί. Οἴδατε γὰρ καλῶς, καὶ δευτέραν πατρίδα καὶ μητέρα αὐτὴν ἀενάως εἴχετε· διὸ καὶ ἐκ δευτέρου πάλιν λέγω καὶ παρακαλῶ ἵνα ἐν αὐτῇ ὥρᾳ ὡς φιλοπιστοί τε καὶ ὁμόπιστοι καὶ ἀδελφοὶ ποιήσητε.»
Εἶτα στραφεὶς ἐν τοῖς ἀριστεροῖς μέρεσι λέγει τοῖς Λιγουρίταις: «Ὦ Λιγουρῖται, ἐντιμότατοι ἀδελφοί, ἄνδρες πολεμισταὶ καὶ μεγαλοκάρδιοι καὶ φημιστοί, καλῶς οἴδατε καὶ γινώσκετε ὅτι ἡ δυστυχὴς αὕτη πόλις πάντοτε οὐκ ἐμοὶ μόνον ὑπῆρχεν, ἀλλὰ καὶ ὑμῖν διὰ πολλά τινα αἴτια. Ὑμεῖς μὲν πολλάκις μετὰ προθυμίας αὐτῇ ἐβοηθήσατε, καὶ συνδρομῇ ὑμετέρᾳ ἐλυτρώσατε ἀπὸ τῶν Ἀγαρηνῶν τῶν αὐτῆς ἐναντίων. Τὰ νῦν πάλιν ὁ καιρός ἐστιν ἐπιτήδειος ἵνα δείξητε εἰς βοήθειαν αὐτῆς τὴν Χριστῷ ἀγάπην καὶ ἀνδρίαν καὶ γενναιότητα ὑμῶν.»

Ἀκούσαντες δὲ οἱ δυστυχεῖς Ῥωμαῖοι καρδίαν ὡς λέοντες ἐποίησαν, καὶ ἀλλήλοις συγχωρηθέντες ᾔτουν εἷς τῷ ἑτέρῳ καταλλαγῆναι, καὶ μετὰ κλαυθμοῦ ἐνηγκαλίζοντο, μήτε φιλτάτων τέκνων μνημονεύοντες οὔτε γυναικὼν ἢ πλούτου φροντίζοντες, εἰ μὴ μόνον τοῦ ἀποθανεῖν ἵνα τὴν πατρίδα φυλάξωσι. Καὶ ἕκαστος ἐν τῷ διατεταγμένῳ τόπῳ ἐπανέστρεψε, καὶ ἀσφαλῶς ἐποίουν ἐν τοῖς τείχεσι τὴν φυλακήν. Ὁ δὲ βασιλεὺς ἐν τῷ πανσέπτῳ ναῷ τῆς τοῦ θεοῦ λόγου σοφίας ἐλθὼν καὶ προσευξάμενος μετὰ κλαυθμοῦ τὰ ἄχραντα μυστήρια μετέλαβεν. Ὁμοίως καὶ ἕτεροι πολλοὶ τῇ αὐτῇ νυκτὶ ἐποίησαν. Εἶτα ἐλθὼν εἰς τὰ ἀνάκτορα ὀλίγον σταθεὶς καὶ ἐκ πάντων συγχώρησιν αἰτήσας, ἐν τῇδε τῇ ὥρᾳ τίς διηγήσεται τοὺς τότε κλαυθμοὺς καὶ θρήνους τοὺς ἐν τῷ παλατίῳ; Εἰ καὶ ἀπὸ ξύλου ἄνθρωπος ἢ ἐκ πέτρας ἦν, οὐκ ἐδύνατο μὴ θρηνῆσαι.
Καὶ ἀναβὰς ἐφ᾿ ἵππου ἐξήλθομεν τῶν ἀνακτόρων περιερχόμενοι τὰ τείχη [...]
Σχόλια
Δημοσίευση σχολίου
Ο σχολιασμός του αναγνώστη (ενημερωμένου η μη) είναι το καύσιμο για το ιστολόγιο αυτό, έτσι σας προτρέπουμε να μας πείτε την γνώμη σας. Τα σχόλια οφείλουν να είναι κόσμια, εντός θέματος και γραμμένα με Ελληνικούς χαρακτήρες (όχι greeklish και κεφαλαία).
Καλό είναι όποιος θέλει να διατηρεί την ανωνυμία του να χρησιμοποιεί ένα ψευδώνυμο έτσι ώστε σε περίπτωση διαλόγου, να γίνεται αντιληπτό ποιος είπε τι. Κάθε σχόλιο το οποίο είναι υβριστικό η εμπαθές, θα διαγράφεται αυτομάτως.